1 Samuel 23
Berean Greek Bible Par ▾ 

David Delivers Keilah

1Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεειλά, καὶ αὐτοὶ διαρπάζουσιν· καταπατοῦσιν τοὺς ἅλως. 2καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπεν Κύριος Πορεύου, καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ πατάξεις τὴν Κεειλά. 3καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυεὶδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεειλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; 4καὶ προσέθετο Δαυεὶδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηθι καὶ κατάβηθι εἰς Κεειλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. 5καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ εἰς Κεειλὰ καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις· καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην· καὶ ἔσωσεν Δαυεὶδ τοὺς κατοικοῦντας Κεειλά.

6Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Ἀβιαθὰρ υἱὸν Ἀβειμέλεχ πρὸς Δαυείδ, καὶ αὐτὸς μετὰ Δαυεὶδ εἰς Κεειλὰ κατέβη, ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ.

Saul Pursues David
(Psalm 54:1–7)

7καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει Δαυεὶδ εἰς Κεειλά, καὶ εἶπεν Σαούλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. 8καὶ παρήγγειλεν Σαοὺλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεειλά, συνέχειν τὸν Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9καὶ ἔγνω Δαυεὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβιαθὰρ τὸν ἱερέα Προσάγαγε τὸ ἐφοὺδ Κυρίου. 10καὶ εἶπεν Δαυείδ Κύριε ὁ θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεειλὰ διαφθεῖραι τὴν πόλιν δι᾽ ἐμέ. 11εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαοὺλ καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν Κύριος Ἀποκλεισθήσεται. 13καὶ ἀνέστη Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεειλά, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι διασέσωται Δαυεὶδ ἐκ Κεειλά, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν. 14Καὶ ἐκάθισεν ἐν τῇ ἐρήμῳ ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζείφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.

15καὶ εἶδεν Δαυεὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυείδ· καὶ Δαυεὶδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ καινῇ Ζείφ. 16καὶ ἀνέστη Ἰωναθὰν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυεὶδ εἰς Καινήν, καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ. 17καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ· ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. 18καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου· καὶ ἐκάθητο Δαυεὶδ ἐν Καινῇ, καὶ Ἰωναθὰν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

19Καὶ ἀνέβησαν οἱ Ζειφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρ᾽ ἡμῖν ἐν Νεσσαρὰ ἐν τοῖς στενοῖς ἐν τῇ καινῇ ἐν τῷ βουνῷ τοῦ Ἑχελὰ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμού; 20καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως. 21καὶ εἶπεν αὐτοῖς Σαούλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· 22πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι, καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπετε, μή ποτε πανουργεύσηται. 23καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ᾽ ὑμῶν· καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ἰούδα.

24καὶ ἀνέστησαν οἱ Ζειφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾽ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμού. 25καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυείδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν· καὶ ἤκουσεν Σαούλ, καὶ κατεδίωξεν ὀπίσω Δαυεὶδ εἰς τὴν ἔρημον Μαάν. 26καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυεὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. 27καὶ ἄγγελος πρὸς Σαοὺλ ἦλθεν λέγων Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν. 28καὶ ἀνέστρεψεν Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυείδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα. 29καὶ ἀνέστη Δαυεὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Ἐνγάδδει.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Samuel 22
Top of Page
Top of Page