2 Kings 7
Berean Greek Bible Par ▾ 

Elisha’s Prophecy of Plenty

1καὶ εἶπεν Ἐλεισαῖε Ἄκουσον λόγον Κυρίου Τάδε λέγει Κύριος Ὡς ἡ ὥρα αὕτη αὔριον, μέτρον σεμιδάλεως σίκλου ἐν ταῖς πύλαις Σαμαρείας. 2καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ᾽ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ Ἐλεισαῖε καὶ εἶπεν Ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ· μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ἐλεισαῖε εἶπεν Ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς, καὶ ἐκεῖθεν οὐ φάγῃ.

The Syrians Flee

3Καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τί ἡμεῖς καθήμεθα ὧδε ἕως ἀποθάνωμεν;a 4ἐὰν εἴπωμεν Εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ξωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα. 5καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας· καὶ ἦλθον εἰς μέσον τῆς παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ. 6καὶ Κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης· καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Νῦν ἐμισθώσατο ἐφ᾽ ἡμᾶς βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν πρὸς ἡμᾶς. 7καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει· καὶ ἐνκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστιν, καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν. 8καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς, καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἦραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμόν· καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν ἐκεῖθεν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην, καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν.

9καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν, καὶ ἡμεῖς σιωπῶμεν· καὶ μένομεν ἕως φωτὸς τοῦ πρωί, καὶ εὑρήσομεν ἀνομίαν. καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως. 10καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως, καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες Εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν. 11καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω. 12καὶ ἔστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ Ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ, λέγοντες ὅτι Ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλλημψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα. 13καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπεν Λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελιμμένων οἳ κατελείφθησαν ὧδε, ἰδού εἰσιν πρὸς πᾶν τὸ πλῆθος Ἰσραὴλ τὸ ἐκλεῖπον, καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα. 14καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων Δεῦτε καὶ ἴδετε.

15καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὧν ἔρριψεν Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.

Elisha’s Prophecy Fulfilled

16καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας· καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ῥῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου. 17Καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ᾽ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πύλης, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν. 18καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἐλεισαῖε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου, καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας· 19καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἐλεισαῖε καὶ εἶπεν Ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, οὐ μὴ ἔσται τὸ ῥῆμα τοῦτο· καὶ εἶπεν Ἐλεισαῖε Ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ. 20καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανεν.


Footnotes:

3 a See Leviticus 13.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Kings 6
Top of Page
Top of Page