The Oil for the Lamps 1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 2Ἔντειλαι τοῖς υἱοῖς Ἰσραήλ, καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διὰ παντὸς 3ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καύσουσιν αὐτὸν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον Κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. 4ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι Κυρίου ἕως τὸ πρωί. The Showbread 5καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· 6καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου. 7καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ. 8τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι Κυρίου διὰ παντός, ἐνώπιον τῶν υἱῶν Ἰσραήλ διαθήκην αἰώνιον. 9καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ, νόμιμον αἰώνιον. Punishment for Blasphemy 10Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ἰσραηλείτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ἰσραηλείτιδος καὶ ὁ ἄνθρωπος ὁ Ἰσραηλείτης, 11καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ἰσραηλείτιδος τὸ ὄνομα κατηράσατο. καὶ ἤγαγον αὐτοὺς πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν. 12καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, διακρῖναι αὐτὸν διὰ προστάγματος Κυρίου. 13Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 14Ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή. 15καὶ τοῖς υἱοῖς Ἰσραὴλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν, ἁμαρτίαν λήμψεται, 16ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ Ἰσραήλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου τελευτάτω. An Eye for an Eye 17καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω.
18καὶ ὃς ἂν πατάξῃ κτῆνος, καὶ ἀποθάνῃ, ἀποτισάτω ψυχὴν ἀντὶ ψυχῆς.
19καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ·
20σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτως δοθήσεται αὐτῷ.a
21ὃς ἂν πατάξῃ ἂνθρωπον, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·
22δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐνχωρίῳ, ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν.
23καὶ ἐλάλησεν Μωσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ. Footnotes: 20 a Cited in Matthew 5:38 Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |