Ruth 3
Berean Greek Bible Par ▾ 

Ruth’s Redemption Assured

1Εἶπεν δὲ αὐτῇ Νωεμεὶν ἡ πενθερὰ αὐτῆς Θυγάτηρ, οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν ἵνα εὖ γένηταί σοι; 2καὶ νῦν οὐχὶ Βόος γνώριμος ἡμῶν, οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί. 3σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιθήσεις τὸν ἱματισμόν σου ἐπὶ σέ, καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ἀνδρὶ ἕως οὗ συντελέσαι αὐτὸν πιεῖν καὶ φαγεῖν· 4καὶ ἔσται ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ γνώσῃ τὸν τόπον ὅπου κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ καὶ κοιμηθήσῃ, καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις. 5εἶπεν δὲ Ῥοὺθ πρὸς αὐτήν Πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω.

6Καὶ κατέβη εἰς τὸν ἅλω, καὶ ἐποίησεν κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς. 7καὶ ἔφαγεν Βόος καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ, καὶ ἦλθεν κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς· ἡ δὲ ἦλθεν κρυφῇ καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδῶν αὐτοῦ.

8ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ὁ ἀνὴρ καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶατι πρὸς ποδῶν αὐτοῦ. 9εἶπεν δέ Τίς εἶ σύ; ἡ δὲ εἶπεν Ἐγώ εἰμι Ῥοὺθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.a 10καὶ εἶπεν Βόος Εὐλογημένη σὺ τῷ κυρίῳ θεῷ, θύγατερ, ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον τὸ μὴ πορευθῆναι ὀπίσω νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος. 11καὶ νῦν, θύγατερ, μὴ φοβοῦ· πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· οἶδεν γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ. 12καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι· καί γέ ἐστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ. 13αὐλίσθητι τὴν νύκτα, καὶ ἔσται τὸ πρωὶ ἐὰν ἀγχιστεύσῃ σε, ἀγαθόν, ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ Κύριος, σὺ εἶ Κύριος· κοιμήθητι ἕως πρωί.

14καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί· ἡ δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπεν Βόος Μὴ γνωσθήτω ὅτι ἦλθεν γυνὴ εἰς τὴν ἅλωνα. 15καὶ εἶπεν αὐτῇ Φέρε τὸ περίζωμα τὸ ἐπάνω σου. καὶ ἐκράτησεν αὐτό, καὶ ἐμέτρησεν ἓξ κριθῶν καὶ ἐπέθηκεν ἐπ᾽ αὐτήν· καὶ εἰσῆλθεν εἰς τὴν πόλιν. 16καὶ Ῥοὺθ εἰσῆλθεν πρὸς τὴν πενθερὰν αὐτῆς· ἡ δὲ εἶπεν αὐτῇ Θύγατερ· καὶ εἶπεν αὐτῇ πάντα ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ. 17καὶ εἶπεν αὐτῇ Τὰ ἓξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι, ὅτι εἶπεν πρὸς μέ Μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου. 18ἡ δὲ εἶπεν Κάθου, θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνὴρ ἕως ἄν τελέσῃ τὸ ῥῆμα σήμερον.


Footnotes:

9 a See Ruth 2:12.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Ruth 2
Top of Page
Top of Page