|
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυίδ ἐστιν 36 αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου Ὑποκάτω τῶν ποδῶν σου 37 Αὐτὸς Δαυὶδ λέγει αὐτὸν Κύριον καὶ πόθεν αὐτοῦ ἐστιν υἱός Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως Mark 12:35-37, Hebrew & Greek Study Bible. Public domain.
|



