|
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι 28 Οἱ δὲ εἶπαν αὐτῷ λέγοντες ὅτι Ἰωάννην τὸν Βαπτιστήν καὶ ἄλλοι Ἠλίαν ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν 29 Καὶ αὐτὸς ἐπηρώτα αὐτούς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι Ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ Σὺ εἶ ὁ Χριστός Mark 8:27-29, Hebrew & Greek Study Bible. Public domain.
|



