1 Kings 11
Swete's Septuagint ABP ▾  HEB ▾ 

Solomon's Foreign Wives

1Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ· Μωαβείτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας· 2ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν Κύριος τοῖς υἱοῖς Ἰσραήλ Οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι. 3καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· 4καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. 5τότε ᾠκοδόμησεν Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμών, 6καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· 7καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις· ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. 8καὶ ἐποίησεν Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

God's Anger against Solomon

9Καὶ ὠργισθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ Κυρίου θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς 10καὶ ἐντειλαμένῳ αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ θεός· οὐδ᾽ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. 11καὶ εἶπεν Κύριος πρὸς Σαλωμών Ἀνθ᾽ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. 12πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν. 13πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυεὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην.

Hadad's Return

14Καὶ ἤγειρεν Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἁδὲρ τὸν Ἰδουμαῖον καὶ τὸν Ἑσρὼμ υἱὸν Ἐλιαδᾶε τὸν ἐν Ῥαεμμααὲρ Ἁδράζαρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. καὶ συνηθροίσθησαν ἐπ᾽ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμάσεκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών· καὶ Ἁδὲρ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ. 15καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυεὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατείας θάπτειν τοὺς τραυματίας, ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ· 16ὅτι ἕξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ. 17καὶ ἀπέδρα Ἁδὲρ αὐτὸς καὶ πάντες οἱ Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἁδὲρ παιδάριον μικρόν. 18καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἄρχοντες εἰς Φαράν, καὶ λαμβάνουσιν ἄνδρας μετ᾽ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἁδὲρ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ. 19καὶ εὗρεν Ἁδὲρ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμείνας τῆς μείζω. 20καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμείνας τῷ Ἁδὲρ τὸν Γανηβὰθ υἱὸν αὐτῆς· καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμείνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ. 21καὶ Ἁδὲρ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατείας· καὶ εἶπεν Ἁδὲρ πρὸς Φαραώ Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. 22καὶ εἶπεν Φαραὼ τῷ Ἁδέρ Τίνι σὺ ἐλαττονῇ μετ᾽ ἐμοῦ, καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου; καὶ εἶπεν αὐτῷ Ἁδέρ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἁδὲρ εἰς τὴν γῆν αὐτοῦ. αὕτη ἡ κακία ἣν ἐποίησεν Ἁδέρ· καὶ ἐβαρυθύμησεν Ἰσραήλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ.

Rezon's Hostility

23 24 25

Jeroboam's Rebellion

26Καὶ Ἰεροβοὰμ υἱὸς Ναβὰθ ὁ Ἐφραθεὶ ἐκ τῆς Σαρειρὰ υἱὸς γυναικὸς χήρας, ὁ δοῦλος Σαλωμών. 27καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα. Σαλωμὼν ᾠκοδόμησεν τὴν ἄκραν· συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. 28καὶ ὁ ἄνθρωπος Ἰεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδεν Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ. 29καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ἰεροβοὰμ ἐξῆλθεν ἐξ Ἰερουσαλήμ, καὶ εὗρεν αὐτὸν Ἀχείας ὁ Σηλωνείτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ὁ Ἀχείας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ. 30καὶ ἐπελάβετο Ἀχειὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾽ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα· 31καὶ εἶπεν τῷ Ἰεροβοάμ Λάβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμών, καὶ δώσω σοι δέκα σκῆπτρα· 32καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ Δαυεὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ· 33ἀνθ᾽ ὧν κατέλιπέν με, καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ ἐν τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμών, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. 34καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ Δαυεὶδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν. 35καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα· 36τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυεὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἰερουσαλὴμ τῇ πόλει, ᾗ ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ. 37καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ. 38καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυεὶδ ὁ δοῦλός μου· καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν καθὼς οἰκοδόμησα τῷ Δαυείδ. 39 40καὶ ἐζήτησεν Σαλωμὼν θανατῶσαι τὸν Ἰεροβοάμ· καὶ ἀνέστη καὶ ἀπέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανεν Σαλωμών.

The Death of Solomon

41καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμὼν καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμών; 42καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμὼν ἐν Ἰερουσαλὴμ τεσσεράκοντα ἔτη. 43καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβάτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνειν· καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ. καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Kings 10
Top of Page
Top of Page