Joshua 22
Swete's Septuagint ABP ▾  HEB ▾ 

Tribes beyond the Jordan Return

1Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβὴν καὶ τοὺς υἱοὺς Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, 2καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετείλατο ὑμῖν. 3οὐκ ἐνκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας πλείους· ἕως τῆς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν Κυρίου τοῦ θεοῦ ὑμῶν. 4νῦν δὲ κατέπαυσεν Κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου. 5ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου, ἀγαπᾷν Κύριον τὸν θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. 6καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς· καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.

7Καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ ἔδωκεν Μωυσῆς ἐν τῇ Βασανείτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς, 8καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν· καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολὺν καὶ διείλαντο, τὴν προνομὴν τῶν ἐχθρῶν, μετὰ τῶν ἀδελφῶν αὐτῶν. 9Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασσὴ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐν Σηλὼ ἐν γῇ Χανάαν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

The Offensive Altar

10καὶ ἦλθον εἰς Γάλγαλα τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῇ Χανάαν· καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ καὶ οἱ υἱοὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν ἐπὶ τοῦ ἰδεῖν. 11καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων Ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ καὶ οἱ υἱοὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ βωμὸν ἐπὶ τῶν ὁρίων γῆς Χανάαν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραήλ. 12καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.

13Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσὴ εἰς γῆν Γαλαὰδ τόν τε Φεινεὲς υἱὸν Ἐλεαζὰρ υἱοῦ Ἁαρὼν τοῦ ἀρχιερέως 14καὶ δέκα τῶν ἀρχόντων μετ᾽ αὐτοῦ· ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσιν, χιλίαρχοι Ἰσραήλ. 15καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσὴ εἰς τὴν Γαλαάδ, καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες 16Τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου Τίς ἡ πλημμελία αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ἰσραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ κυρίου; 17μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογώρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ᾽ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου. 18καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή. 19καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως Κυρίου οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσετε ἐν ἡμῖν· καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε, καὶ μὴ ἀπόστητε ἀπὸ Κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ θεοῦ ἡμῶν. 20οὐκ ἰδοὺ Ἀχὰρ ὁ τοῦ Ζάρα πλημμελίᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς μόνος αὐτὸς ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ.

21Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἰσραὴλ λέγοντες 22Ὁ θεὸς θεός ἐστιν Κύριος, καὶ ὁ θεὸς θεὸς αὐτὸς οἶδεν, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ· 23καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ᾽ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ὥστε ποιῆσαι ἐπ᾽ αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει. 24ἀλλ᾽ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν Τί ὑμῖν Κυρίῳ τῷ θεῷ Ἰσραήλ; 25καὶ ὅρια ἔθηκεν Κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου· καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον.

26καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον, οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, 27ἀλλ᾽ ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ᾽ ἡμᾶς, τοῦ λατρεύειν λατρίαν Κυρίῳ ἐναντίον αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων· καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον Οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. 28καὶ εἴπαμεν Ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν Ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν. 29μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν ταῖς σήμερον ἡμέραις, ἀποστῆσαι ἀπὸ Κυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμεὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.

30Καὶ ἀκούσας Φεινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραὴλ οἳ ἦσαν μετ᾽ αὐτοῦ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤρεσεν αὐτοῖς. 31καὶ εἶπεν Φεινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή Σήμερον ἐγνώκαμεν ὅτι μεθ᾽ ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμελίαν, καὶ ὅτι ἐρύσασθε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ χειρὸς Κυρίου.

32καὶ ἀπέστρεψεν Φεινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ῥουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χανάαν πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους. 33καὶ ἤρεσεν τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν Ἰσραήλ, καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ῥουβὴν καὶ τῶν υἱῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσή· καὶ κατῴκησαν ἐπ᾽ αὐτῆς. 34καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ῥουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσή, καὶ εἶπεν ὅτι Μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι Κύριος ὁ θεὸς αὐτῶν ἐστιν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Joshua 21
Top of Page
Top of Page