|
12 Ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς Τί οὖν ‹θέλετε› ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων 13 Οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν 14 Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ ἐποίησεν κακόν Οἱ δὲ περισσῶς ἔκραξαν Σταύρωσον αὐτόν 15 Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ Mark 15:12-15, Hebrew & Greek Study Bible. Public domain.
|



