|
31 Καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν 32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος καὶ λέγουσιν αὐτῷ Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε 33 Καὶ ἀποκριθεὶς αὐτοῖς λέγει Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί ‹μου› 34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου 35 ὃς ‹γὰρ› ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν Mark 3:31-35, Hebrew & Greek Study Bible. Public domain.
|



