Deuteronomy 29
Berean Greek Bible Par ▾ 

The Covenant in Moab

1Οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο Κύριος Μωσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ.

2Καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν Κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ· 3τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τὲρατα τὰ μεγάλα ἐκεῖνα· 4καὶ οὐκ ἔδωκεν Κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης. 5καὶ ἤγαγεν ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν. 6ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἵνα γνῶτε ὃτι Κύριος ὁ θεὸς ὑμῶν ἐγώ. 7καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν καὶ Ὢγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ὑμῖν ἐν πολέμῳ· καὶ ἐπατάξαμεν αὐτούς, 8καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν καὶ τῷ Γαδδεὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή. 9καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα ὅσα ποιήσετε.

10Ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ Ἰσραήλ· 11αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν, ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν, 12παρελθεῖν ἐν τῇ διαθήκῃ Κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ, ὅσα Κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον· 13ἵνα στήσῃ σε αὐτῷ εἰς λαὸν καὶ αὐτὸς ἔσται σου θεός, ὃν τρόπον εἶπέν σοι, καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.

14καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην, 15ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθ᾽ ἡμῶν σήμερον ἐναντίον Κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν ὧδε σήμερον μεθ᾽ ὑμῶν. 16ὅτι ὑμεῖς οἴδατε πῶς κατοικήσαμεν ἐν γῇ Αἰγύπτῳ, ὡς παρήλθαμεν ἐν μέσῳ τῶν ἐθνῶν, ὡς παρήλθετε. 17καὶ ἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστιν παρ᾽ αὐτοῖς· 18μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή, τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ Κυρίου τοῦ θεοῦ ὑμῶν, πορευθέντες λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων· μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ·a 19καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον· 20οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ, ἀλλ᾽ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτῳ, καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. 21καὶ διαστελεῖ αὐτὸν Κύριος εἰς κακὰ ἐκ πάντων υἱῶν Ἰσραήλ, κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου.

22καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα, οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ᾽ ὑμᾶς, καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν Κύριος ἐπ᾽ αὐτήν, 23θεῖον καὶ ἅλα κατακεκαυμένον, πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται, οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ ἀναβῇ ἐπ᾽ αὐτὴν πᾶν χλωρόν· ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα, Ἀδαμὰ καὶ Σεβωείμ, ἃς κατέστρεψεν Κύριος ἐν θυμῷ καὶ ὀργῇ. 24καὶ ἐροῦσιν πάντα τὰ ἔθνη Διὰ τί ἐποίησεν Κύριος οὕτως τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; 25καὶ ἐροῦσιν Ὅτι κατελίποσαν τὴν διαθήκην Κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, 26καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν αὐτοῖς· 27καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ᾽ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου· 28καὶ ἐξῆρεν αὐτοὺς Κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν.

29τὰ κρυπτὰ Κυρίῳ τῷ θεῷ ὑμῶν, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.


Footnotes:

18 a See Hebrews 12:15


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Deuteronomy 28
Top of Page
Top of Page