|
7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι Ἀναστάς Πέτρε θῦσον καὶ φάγε 8 Εἶπον δέ Μηδαμῶς Κύριε ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου 9 Ἀπεκρίθη δὲ «ἐκ δευτέρου» φωνὴ ἐκ τοῦ οὐρανοῦ Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου 10 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν Acts 11:7-10, Hebrew & Greek Study Bible. Public domain.
|



