|
15 ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν Ὑπάγετε ἐν εἰρήνῃ θερμαίνεσθε καὶ χορτάζεσθε μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος τί τὸ ὄφελος 17 οὕτως καὶ ἡ πίστις ἐὰν μὴ ἔχῃ ἔργα νεκρά ἐστιν καθ’ ἑαυτήν James 2:15-17, Hebrew & Greek Study Bible. Public domain.
|



