|
11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν κἀγὼ πρὸς σὲ ἔρχομαι Πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς 12 ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι καὶ ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθῇ John 17:11-12, Hebrew & Greek Study Bible. Public domain.
|



