|
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει Σὺ λέγεις 3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά 4 Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων Οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου κατηγοροῦσιν 5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πιλᾶτον Mark 15:2-5, Hebrew & Greek Study Bible. Public domain.
|



