|
6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία ὃ οὖν ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω 7 Λέγουσιν αὐτῷ Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ‹αὐτήν› 8 Λέγει αὐτοῖς Ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως Matthew 19:6-8, Hebrew & Greek Study Bible. Public domain.
|



