2 Kings 19
Swete's Septuagint ABP ▾  HEB ▾ 

Isaiah's Message of Deliverance

1Καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς Ἑζεκίας, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου. 2καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν τὸν προφήτην υἱὸν Ἀμώς, 3καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ. 4εἴ πως εἰσακούσεται Κύριος ὁ θεός σου πάντας τοὺς λόγους Ῥαψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσεν Κύριος ὁ θεός σου, καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λήμματος τοῦ εὑρισκομένου. 5καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἑζεκίου πρὸς Ἠσαίαν, 6καὶ εἶπεν αὐτοῖς Ἠσαίας Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων. 7ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ.

Sennacherib's Blasphemous Letter

8Καὶ ἐπέστρεψεν Ῥαψάκης, καὶ εὗρεν τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λομνά, ὃτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχείς. 9καὶ ἤκουσεν περὶ Θαρὰ βασιλέως Αἰθιόπων λέγων Ἰδοὺ ἐξῆλθεν πολεμεῖν μετὰ σοῦ· καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων 10Μὴ ἐπαιρέτω σε ὁ θεός σου, ἐφ᾽ ᾧ σὺ πέποιθας ἐν αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11ἰδοὺ σὺ ἤκουσας πάντα ὃσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαῖς, τοῦ ἀναθεματίσαι αὐτάς· καὶ σὺ ῥυσθήσῃ; 12μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν; οὐ διέφθειραν οἱ πατέρες μου τήν τε Γωζὰν καὶ τὴν Χαρρὰν καὶ Ῥάφεις καὶ υἱοὺς Ἔδεμ τοὺς ἐν Θαεσθέν; 13ποῦ ἐστιν ὁ βασιλεὺς Μὰθ καὶ ὁ βασιλεὺς Ἀρφάθ; καὶ ποῦ Σεφφαρουάιν, Ἁνὲς καὶ Οὐδού;

Hezekiah's Prayer

14καὶ ἔλαβεν Ἑζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Ἑζεκίας ἐναντίον Κυρίου, 15καὶ εἶπεν Κύριε ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβείν, σὺ εἶ ὁ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 16κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἴδε, καὶ ἄκουσον τοὺς λόγους Σενναχηρεὶμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα. 17ὅτι ἀληθείᾳ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη, 18καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν ἀλλ᾽ ἢ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς. 19καὶ νῦν, Κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ Κύριος ὁ θεὸς μόνος.

Destruction of Sennacherib Prophesied

20Καὶ ἀπέστειλεν Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἑζεκίαν λέγων Τάδε λέγει Κύριος ὁ θεὸς τῶν δυνάμεων θεὸς Ἰσραήλ Ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων ἤκουσα.

21οὗτος ὁ λόγος ὃν ἐλάλησεν Κύριος ἐπ᾽ αὐτόν Ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σειών· ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ.

22τίνα ὠνείδισας καὶ ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνὴν καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου; εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ.

23ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριόν σου καὶ εἶπας Ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου· καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ· καὶ ἦλθεν εἰς μέσον δρυμοῦ καὶ Καρμήλου.

24ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια, καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς.

25ἔπλασα αὐτήν, συνήγαγον αὐτήν· καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀπὸ οἰκεσιῶν μαχίμων, πόλεις ὀχυράς.

26καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπταισαν καὶ κατῃσχύνθησαν· ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος.

27καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων, καὶ τὸν θυμόν σου ἐπ᾽ ἐμέ.

28διὰ τὸ ὀργισθῆναὶ σε ἐπ᾽ ἐμέ, καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου· καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

29καὶ τοῦτό σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα, καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτει τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 30καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω, καὶ ποιήσει καρπὸν ἄνω. 31ὅτι ἐξ Ἰερουσαλὴμ ἐξελεύσεται κατάλειμμα, καὶ ἀνασωζόμενος ἐξ ὄρους Σειών. ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο.

32οὐχ οὕτως· τάδε λέγει Κύριος πρὸς βασιλέα Ἀσσυρίων Οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην, καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει αὐτὸν θυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα. 33τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται· καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει Κύριος. 34καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν δοῦλόν μου.

Sennacherib Slain

35Καὶ ἐγένετο νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἰδοὺ πάντες σώματα νεκρά. 36καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή. 37καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Ἐσδρὰχ θεοῦ αὐτοῦ, καὶ Ἀδραμέλεχ καὶ Σαράσαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ· καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράθ· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 18
Top of Page
Top of Page