Consider Diligently what is Before You 1ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι, 2καὶ ἐπίβαλλε τὴν χεῖρά σου, εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι. εἰ δὲ ἀπληστότερος εἶ, 3μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς. 4μὴ παρεκτείνου πένης ὢν πλουσίῳ, τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου. 5ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ πεσεῖται· κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ. 6μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ· 7ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει. μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ᾽ αὐτοῦ· 8ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς. 9εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μή ποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου. 10μὴ μεταθῇς ὅρια αἰώνια, εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς· 11ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος· κραταιός ἐστιν, καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ. 12δὸς εἰς παιδείαν τὴν καρδίαν σου, τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως. 13μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· 14σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. 15υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, 16καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσιν. 17μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν. 18ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. 19ἄκουε, υἱέ, καὶ σοφὸς γενοῦ, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. 20μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς· 21πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. 22ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ. 24καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. 25εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. ⸆ 26δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν. 27πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος καὶ φρέαρ στενὸν ἀλλότριον. 28οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. 29τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσις; τίνι δὲ ἀηδία καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιοὶ ὀφθαλμοί; 30οὐ τῶν ἐνχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; 31μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· 32τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός. 33οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, 34καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. 35ἐρεῖς δέ Τύπτουσίν με καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν· πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ᾽ ὧν συνελεύσομαι; LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |