|
1 Οὗτος γὰρ ὁ Μελχισέδεκ βασιλεὺς Σαλήμ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν 2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ πρῶτον μὲν ἑρμηνευόμενος Βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ Βασιλεὺς Σαλήμ ὅ ἐστιν Βασιλεὺς εἰρήνης 3 ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές Hebrews 7:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



