|
33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται ὁμοίως καὶ οἱ τῶν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν 34 Ὁ δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι 35 ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις Luke 5:33-35, Hebrew & Greek Study Bible. Public domain.
|



