|
49 Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν Φωνήσατε αὐτόν Καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ Θάρσει ἔγειρε φωνεῖ σε 50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν 51 Καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν Τί σοι θέλεις ποιήσω Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ Ραββουνι ἵνα ἀναβλέψω 52 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ Mark 10:49-52, Hebrew & Greek Study Bible. Public domain.
|



