|
19 Διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ 20 ἑπτὰ ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα καὶ ὁ τρίτος ὡσαύτως 22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν Mark 12:19-22, Hebrew & Greek Study Bible. Public domain.
|



