|
18 Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου ἀγαθόν τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν ἀλλὰ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω 20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία Romans 7:18-20, Hebrew & Greek Study Bible. Public domain.
|



