The Judgment on the Ammonites 1καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς. 2καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι, καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς; μὴ κρύψῃς ἀφ᾽ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς; 3καὶ ἐρεῖς αὐτοῖς Ῥίπτω ἐγὼ τὸν ἔλεόν μου κατ᾽ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωναθὰμ ἀποθανεῖν ἐκεῖ. 4καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἰερεμίαν καὶ ἠρώτησαν αὐτόν· καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη λόγος Κυρίου. 5καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Ἰερουσαλήμ. 6Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα παρεγένετο Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ ἐπολιόρκουν αὐτήν. The Judgment on Edom 7καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις, 8καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος, καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ, Μαργανασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρείς, Ναγαργασνασέρ, Ῥαβαμάθ, καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος. 17 18 19καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ἰερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς, καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. 20καὶ πρὸς Ἰερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων 21Πορεύου καὶ εἰπὸν πρὸς Ἀβδεμέλεχ τὸν Αἰθίοπα Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά, 22καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. The Judgment on Damascus 23ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίθεις ἐπ᾽ ἐμοί, φησὶν Κύριος. 24Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμάν, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα. 25Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον, 26καὶ ἐποίησεν Κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς. 27ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ᾽ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ· The Judgment on Kedar and Hazor 28εἰ δὲ μή, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετ᾽ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰούδα· εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι, πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν. 29καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ. 30Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ, καὶ παρεκατέθεντο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα. 31καὶ ἦλθεν πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰν υἱὸς Καρῆε καὶ Σαραιὰ υἱὸς Θαναέμαιθ καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφατεὶ καὶ Ἰεζονίας υἱὸς τοῦ Μοχατεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. 32καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ φοβηθῆτε ἀπὸ προσώπου παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν. 33καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ᾽ ὑμᾶς· καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε. The Judgment on Elam 34καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλιμμα τῷ Ἰούδᾳ, καὶ ὅτι κατέστησεν ἐπ᾽ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ. 35καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφά, καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. 36Καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ 37καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελεισὰ βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας. 38καὶ Ἰωανὰν εἶπεν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηθά Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαήλ, καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰουδὰ οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα. 39καὶ εἶπεν Γοδολίας πρὸς Ἰωανάν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις ὑπὲρ Ἰσμαήλ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |