Wanderings in the Wilderness 1Καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησεν Κύριος πρὸς μέ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς. 2καὶ εἶπεν Κύριος πρὸς μέ 3Ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν· 4καὶ τῷ λαῷ ἔντειλαι λέγων Ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἠσαύ, οἳ κατοικοῦσιν ἐν Σηείρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. 5μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ υἱοῖς Ἠσαὺ δέδωκα τὸ ὄρος τὸ Σηείρ. 6βρώματα ἀργυρίου ἀγοράσατε παρ᾽ αὐτῶν καὶ φάγεσθε, καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ᾽ αὐτῶν ἀργυρίου καὶ πίεσθε· 7ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσεράκοντα ἔτη Κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος. 8καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἠσαύ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν Ἀραβὰ ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γασιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ἔρημον ὁδὸν Μωάβ. 9Καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ ἐχθραίνετε τοῖς Μωαβείταις, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Σηεὶρ κληρονομεῖν. 10οἱ Ὀμμεὶν πρότεροι ἐνεκάθηντο ἐπ᾽ αὐτῆς, ἔθνος μέγα καὶ πολύ, καὶ ἰσχύοντες ὥσπερ οἱ Ἐνακείμ· 11Ῥαφαεὶν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ἐνακείμ· καὶ οἱ Μωαβεῖται ἐπονομάζουσιν αὐτοὺς Ὀμμείν. 12καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον, καὶ υἱοὶ Ἠσαὺ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν, καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν· ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν Κύριος αὐτοῖς. 13νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζάρετ. καὶ παρήλθομεν τὴν φάραγγα Ζάρετ, 14καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδὴς Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζάρετ τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός· 15καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ᾽ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν. 16Καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, 17καὶ ἐλάλησεν Κύριος πρὸς μὲ λέγων 18Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηείρ, 19καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον, οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ. 20γῆ Ῥαφαεὶν λογισθήσεται, καὶ γὰρ ἐπ᾽ αὐτῆς κατῴκουν οἱ Ῥαφαεὶν τὸ πρότερον, καὶ οἱ Ἀμμανεῖται ὀνομάζουσιν αὐτοὺς Ζοχομείν, 21ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· 22ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἠσαὺ τοῖς κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· 23καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἁσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν. The Defeat of Sihon 24νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνών· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον. 25ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνες ἕξουσιν ἀπὸ προσώπου σου. 26Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἑσεβὼν λόγοις εἰρηνικοῖς λέγων 27Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά. 28βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν, 29καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἠσαὺ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβεῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ, ἕως παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. 30καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἑσεβὼν παρελθεῖν ἡμᾶς δι᾽ αὐτοῦ, ὅτι ἐσκλήρυνεν Κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 31καὶ εἶπεν Κύριος πρὸς μέ Ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. 32καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ἰάσσα.
33καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ·
34καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρείαν.
35πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν,
36ἐξ Ἀροὴρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνών, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
37πλὴν ἐγγὺς υἱῶν Ἀμμὼν οὐ προσήλθομεν, πάντα τὰ συνκυροῦντα χειμάρρου Ἰαβὸκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |