|
20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί διεσώθησαν δι’ ὕδατος 21 ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ 22 ὅς ἐστιν ἐν δεξιᾷ [τοῦ] Θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων 1 Peter 3:20-22, Hebrew & Greek Study Bible. Public domain.
|



