|
13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη 14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος 15 Οἱ δὲ πρὸς αὐτὴν εἶπαν Μαίνῃ ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν οἱ δὲ ἔλεγον Ὁ ἄγγελός ἐστιν αὐτοῦ 16 Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν Acts 12:13-16, Hebrew & Greek Study Bible. Public domain.
|



