|
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ 7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαοὺλ Σαούλ τί με διώκεις 8 Ἐγὼ δὲ ἀπεκρίθην Τίς εἶ Κύριε Εἶπέν τε πρὸς ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις 9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι 10 Εἶπον δέ Τί ποιήσω Κύριε Ὁ δὲ Κύριος εἶπεν πρός με Ἀναστὰς πορεύου εἰς Δαμασκόν κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι Acts 22:6-10, Hebrew & Greek Study Bible. Public domain.
|



