|
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων Νικόδημος ὄνομα αὐτῷ ἄρχων τῶν Ἰουδαίων 2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββί οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ’ αὐτοῦ John 3:1-2, Hebrew & Greek Study Bible. Public domain.
|



