|
49 Λέγει πρὸς αὐτὸν ὁ βασιλικός Κύριε κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου 50 Λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου ὁ υἱός σου ζῇ Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι ‹αὐτοῦ› ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ 52 Ἐπύθετο οὖν τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός 53 Ἔγνω οὖν ὁ πατὴρ ὅτι [ἐν] ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς Ὁ υἱός σου ζῇ καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη John 4:49-53, Hebrew & Greek Study Bible. Public domain.
|



