|
13 καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος 15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου Γαλιλαία τῶν ἐθνῶν 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς Matthew 4:13-16, Hebrew & Greek Study Bible. Public domain.
|



