Jeremiah's Afflictions 1Ἄλεφ. Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν, ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ᾽ ἐμέ 2παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς. 3πλήν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν, 4ἐπαλαίωσεν σάρκα μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν. 5Βή. Ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ, καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν, 6ἐν σκοτινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος, 7ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου. 8Γίμελ. Καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου. 9Δάλεθ. Ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν 10ἄρκος ἐνεδρεύουσα, αὐτός μοι λέων ἐν κρυφαίοις· 11κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην. 12Ἥ. Ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος, 13εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ· 14ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν. 15Οὐαύ. Ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς, 16καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν· 17καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαθόμην ἀγαθά, 18καὶ ἀπώλετο νῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου. Jeremiah's Hope 19Ζάι. Ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ, 20πικρία καὶ χολή μου μνησθήσεται, καὶ καταδολεσχήσει ἐπ᾽ ἐμὲ ἡ ψυχή μου· 21ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ. 25Ἥθ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθόν· 26καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου. 27Τήθ. Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ, 28καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ᾽ ἑαυτῷ. 30Ἰώδ. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν, 31ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος. 32Χάφ. Ὅτι ὁ ταπεινώσας οἰκτειρήσει καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ· 33οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός. 34Λάβδ. Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς, 35τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου Ὑψίστου, 36καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτόν, Κύριος οὐκ εἶπεν. God's Justice 37τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο· 38ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν; 39Μήμ. Τί γογγύσῃ ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ; 40Νούν. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως Κυρίου· 41ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς Ὑψηλὸν ἐν οὐρανῷ· 42ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης. 43Σάμχ. Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς, ἀπέκτεινας, οὐκ ἐφείσω. 44ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς, 45καμμύσαι με καὶ ἀπωσθῆναι. Ἄιν. Ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν, 46διήνοιξαν ἐφ᾽ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν. 47φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή· 48ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου. 49Φή. Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν, 50ἕως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ. 51ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως. 52Τιαδή. Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον πάντες οἱ ἐχθροί μου δωρεάν, 53ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ᾽ ἐμοί, 54ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου· εἶπα Ἀπῶσμαι. A Prayer for Deliverance 55Κώφ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου, 56φωνήν μου ἤκουσας· μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου· 57εἰς τὴν βοήθειάν μου ἤγγισας, ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι Μὴ φοβοῦ. 58Ῥήχς. Ἐδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου. 59ἴδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου. 60εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν, εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί. 61Χσέν. Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ᾽ ἐμοῦ, 62χείλη ἐπανισταμένων μοι καὶ μελέτας αὐτῶν κατ᾽ ἐμοῦ ὅλην τὴν ἡμέραν, 63καθέδραν αὐτῶν καὶ ἀνάστησιν αὐτῶν. ἐπίβλεψον ἐπ᾽ ὀφθαλμοὺς αὐτῶν, 64ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν. 65Θαύ. Ἀποδώσεις αὐτοῖς ὑπερασπισμόν, καρδίας μόχθον. 66σὺ αὐτοὺς καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ, Κύριε. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |