|
13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον εἴτε βασιλεῖ ὡς ὑπερέχοντι 14 εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν 15 ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν 16 ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν ἀλλ’ ὡς Θεοῦ δοῦλοι 17 Πάντας τιμήσατε τὴν ἀδελφότητα ἀγαπᾶτε τὸν Θεὸν φοβεῖσθε τὸν βασιλέα τιμᾶτε 1 Peter 2:13-17, Hebrew & Greek Study Bible. Public domain.
|



