|
29 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ 30 τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι 31 Καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες ‹Τί εἴπωμεν› Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ 32 ἀλλὰ εἴπωμεν Ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν ὄχλον ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν 33 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν Οὐκ οἴδαμεν Καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ Mark 11:29-33, Hebrew & Greek Study Bible. Public domain.
|



