|
26 Καὶ ἔλεγεν Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός 28 αὐτομάτη ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα* στάχυν εἶτα* πλήρης σῖτον* ἐν τῷ στάχυϊ 29 ὅταν δὲ παραδοῖ ὁ καρπός εὐθὺς ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός Mark 4:26-29, Hebrew & Greek Study Bible. Public domain.
|



