43 Καὶ ἐὰν σκανδαλίζῃ* σε χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον

44 ⧼ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται⧽

45 καὶ ἐὰν πούς σου σκανδαλίζῃ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν ⧼εἰς τὸ πῦρ τὸ ἄσβεστον⧽

46 ⧼ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται⧽

47 καὶ ἐὰν ὀφθαλμός σου σκανδαλίζῃ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν

48 ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται

49 Πᾶς γὰρ πυρὶ ἁλισθήσεται ⧼καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται⧽

50 καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ἐν τίνι αὐτὸ ἀρτύσετε ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις

Mark 9:43-50, Hebrew & Greek Study Bible. Public domain.
Mark 8
Top of Page
Top of Page
Copied