|
1 Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε πᾶς ὁ κρίνων ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων 2 οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας 3 λογίζῃ δὲ τοῦτο ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ Romans 2:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



