|
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων Διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω 26 Ὁ δὲ εἶπεν πρὸς αὐτόν Ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις 27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου καὶ Τὸν πλησίον σου ὡς σεαυτόν 28 Εἶπεν δὲ αὐτῷ Ὀρθῶς ἀπεκρίθης τοῦτο ποίει καὶ ζήσῃ 29 Ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν Καὶ τίς ἐστίν μου πλησίον Luke 10:25-29, Hebrew & Greek Study Bible. Public domain.
|



