|
1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς 2 λέγων αὐτοῖς Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως* εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς λύσαντες ἀγάγετέ μοι 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει εὐθὺς δὲ ἀποστελεῖ αὐτούς Matthew 21:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



