|
5 Λέγει αὐτῷ Θωμᾶς Κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις πῶς δυνάμεθα* τὴν ὁδὸν ‹εἰδέναι› 6 Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ 7 εἰ ἐγνώκειτέ με καὶ τὸν Πατέρα μου ‹ἂν ᾔδειτε› ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ‹αὐτόν› 8 Λέγει αὐτῷ Φίλιππος Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν 9 Λέγει αὐτῷ ὁ Ἰησοῦς Τοσούτῳ* χρόνῳ* μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα πῶς σὺ λέγεις Δεῖξον ἡμῖν τὸν Πατέρα John 14:5-9, Hebrew & Greek Study Bible. Public domain.
|



