1 Μὴ ταρασσέσθω ὑμῶν καρδία πιστεύετε εἰς τὸν Θεόν καὶ εἰς ἐμὲ πιστεύετε

2 ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν

3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε

4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν

5 Λέγει αὐτῷ Θωμᾶς Κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις πῶς δυνάμεθα* τὴν ὁδὸν ‹εἰδέναι›

6 Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ

7 εἰ ἐγνώκειτέ με καὶ τὸν Πατέρα μου ‹ἂν ᾔδειτε› ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ‹αὐτόν›

8 Λέγει αὐτῷ Φίλιππος Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν

9 Λέγει αὐτῷ Ἰησοῦς Τοσούτῳ* χρόνῳ* μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα πῶς σὺ λέγεις Δεῖξον ἡμῖν τὸν Πατέρα

John 14:1-9, Hebrew & Greek Study Bible. Public domain.
John 13
Top of Page
Top of Page
Copied