|
28 Τί δὲ ὑμῖν δοκεῖ ἄνθρωπος εἶχεν τέκνα δύο [καὶ] προσελθὼν τῷ πρώτῳ εἶπεν Τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι 29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν 〈κύριε〉 ‹Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς› ἀπῆλθεν 30 Προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως Ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἐγώ* κύριε* καὶ* οὐκ* ἀπῆλθεν 31 Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός Λέγουσιν Ὁ πρῶτος* Λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ Matthew 21:28-31, Hebrew & Greek Study Bible. Public domain.
|



