|
22 Λέγει αὐτοῖς ὁ Πιλᾶτος Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν Λέγουσιν πάντες Σταυρωθήτω 23 Ὁ δὲ ἔφη Τί γὰρ κακὸν ἐποίησεν Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω 24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι* τοῦ ὄχλου λέγων Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου ὑμεῖς ὄψεσθε 25 Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν 26 Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ Matthew 27:22-26, Hebrew & Greek Study Bible. Public domain.
|



