Par ▾

1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ‹καὶ› τὸν γεγεννημένον ἐξ αὐτοῦ

2 ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν

3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν

4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον ἡ πίστις ἡμῶν

5 Τίς ‹δέ› ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ

6 οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος Ἰησοῦς Χριστός οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ’ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι καὶ τὸ Πνεῦμά ἐστιν τὸ μαρτυροῦν ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια

7 ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες {εν τῷ οὐρανῷ ὁ πατήρ ὁ λόγος καὶ τὸ Ἅγιον Πνεῦμα καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσι}

8 τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν

1 John 5:1-8, Hebrew & Greek Study Bible. Public domain.
1 John 4
Top of Page
Top of Page










Copied