|
12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαντες ὅτι ἔρχεται ‹ὁ› Ἰησοῦς εἰς Ἱεροσόλυμα 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον Ὡσαννά Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Καὶ ὁ Βασιλεὺς τοῦ Ἰσραήλ 14 Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό καθώς ἐστιν γεγραμμένον 15 Μὴ φοβοῦ θυγάτηρ Σιών ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου John 12:12-15, Hebrew & Greek Study Bible. Public domain.
|



