|
5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος 6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον λέγει αὐτῷ Κύριε σύ μου νίπτεις τοὺς πόδας 7 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα 8 Λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα Ἀπεκρίθη Ἰησοῦς αὐτῷ Ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ 9 Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν 10 Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ’ ἔστιν καθαρὸς ὅλος καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ’ οὐχὶ πάντες John 13:5-10, Hebrew & Greek Study Bible. Public domain.
|



