|
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ‹ὁ› Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο 3 λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν Λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν John 21:1-3, Hebrew & Greek Study Bible. Public domain.
|



