|
8 Ὁ δὲ εἶπεν Βλέπετε μὴ πλανηθῆτε πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες Ἐγώ εἰμι καί Ὁ καιρὸς ἤγγικεν μὴ πορευθῆτε ὀπίσω αὐτῶν 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας μὴ πτοηθῆτε δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον ἀλλ’ οὐκ εὐθέως τὸ τέλος 10 Τότε ἔλεγεν αὐτοῖς Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν 11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ* καὶ λοιμοὶ* ἔσονται φόβητρά τε καὶ «ἀπ’ οὐρανοῦ» σημεῖα μεγάλα ἔσται Luke 21:8-11, Hebrew & Greek Study Bible. Public domain.
|



