|
1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν 2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ 3 Ἀκούετε ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό 5 Καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες (καὶ) ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς 6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη Mark 4:1-6, Hebrew & Greek Study Bible. Public domain.
|



