|
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ 2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ 3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάνην ἔδησεν ‹αὐτὸν› καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ 4 ἔλεγεν γὰρ «ὁ Ἰωάννης» αὐτῷ Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν 5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον ὅτι ὡς προφήτην αὐτὸν εἶχον 6 Γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ 7 ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται 8 Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς Δός μοι φησίν Ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ Matthew 14:1-8, Hebrew & Greek Study Bible. Public domain.
|



